Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.282 Joseph. AJ 5.287 (English) >>Joseph. AJ 5.292

5.285

Καὶ κύει τε ἐκείνη καὶ φυλακὴν εἶχε τῶν ἐντολῶν, καὶ γενόμενον τὸ παιδίον Σαμψῶνα καλοῦσιν, ἰσχυρὸν δʼ ἀποσημαίνει τὸ ὄνομα. ηὔξετο δʼ παῖς ῥᾳδίως καὶ δῆλος ἦν προφητεύσων ὑπὸ τῆς περὶ τὴν δίαιταν σωφροσύνης καὶ τῆς τῶν τριχῶν ἀνέσεως. 5.286

Ἀφικόμενος δὲ μετὰ τῶν γονέων εἰς Θάμνα πόλιν τῶν Παλαιστίνων πανηγύρεως ἀγομένης ἐρᾷ παρθένου τῶν ἐπιχωρίων παρακαλεῖ τε τοὺς γονεῖς ἄγεσθαι πρὸς γάμον αὐτῷ τὴν κόρην. τῶν δὲ ἀρνουμένων διὰ τὸ μὴ ὁμόφυλον εἶναι, τοῦ θεοῦ κατὰ τὸ Ἑβραίων σύμφορον ἐπινοοῦντος τὸν γάμον ἐκνικᾷ μνηστεύσασθαι τὴν παρθένον. 5.287συνεχῶς δʼ ἀπερχόμενος πρὸς τοὺς γονεῖς αὐτῆς συντυγχάνει λέοντι καὶ γυμνὸς ὢν ἐκδεξάμενος αὐτὸν ἄγχει ταῖς χερσὶ καὶ εἰς τὸ χωρίον τὸ ὑλῶδες ἐνδοτέρω τῆς ὁδοῦ ῥίπτει τὸ θηρίον. 5.288

Πάλιν τε ἀπιὼν πρὸς τὴν κόρην ἐπιτυγχάνει σμήνει μελιττῶν ἐν τῷ στήθει τοῦ λέοντος ἐκείνου νενοσσευκότων, καὶ ἀνελόμενος τρία μέλιτος κηρία σὺν τοῖς λοιποῖς δώροις οἷς ἐκόμιζε δίδωσι τῇ παιδί. 5.289τῶν δὲ Θαμνιτῶν παρὰ τὴν εὐωχίαν τὴν τῶν γάμων, εἱστία γὰρ αὐτοὺς ἅπαντας, διὰ δέος τῆς ἰσχύος τοῦ νεανίσκου τριάκοντα δόντων αὐτῷ τοὺς ἀκμαιοτάτους λόγῳ μὲν ἑταίρους ἐσομένους ἔργῳ δὲ φύλακας, μή τι παρακινεῖν ἐθελήσειεν, τοῦ πότου προβάντος καὶ παιδιᾶς οὔσης, οἷα φιλεῖ παρὰ τοὺς τοιούτους καιρούς,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.282 Joseph. AJ 5.287 (English) >>Joseph. AJ 5.292

Powered by PhiloLogic